Psalms 3

1Ψαλμὸς τῷ Δαυιδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Αβεσσαλωμ τοῦ υἱοῦ αὐτοῦ.
LXX: Psa.3:2
Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπ' ἐμέ·
2
LXX: Psa.3:3
πολλοὶ λέγουσιν τῇ ψυχῇ μου Οὐκ ἔστιν σωτηρία αὐτῷ ἐν τῷ θεῷ αὐτοῦ. διάψαλμα.
3
LXX: Psa.3:4
σὺ δέ, κύριε, ἀντιλήμπτωρ μου. εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου
4
LXX: Psa.3:5
φωνῇ μου πρὸς κύριον ἐκέκραξα, καὶ ἐπήκουσέν μου ἐξ ὄρους ἁγίου αὐτοῦ. διάψαλμα.
5
LXX: Psa.3:6
ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι κύριος ἀντιλήμψεταί μου.
6
LXX: Psa.3:7
οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι.
7
LXX: Psa.3:8
ἀνάστα, κύριε, σῶσόν με, θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας.
8
LXX: Psa.3:9
τοῦ κυρίου σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου. εὐλογία σου
Copyright information for LXX